ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ
ΝΙΚΟΠΟΛΕΩΣ & ΠΡΕΒΕΖΗΣ
ΙΕΡΟΣ ΝΑΟΣ ΑΓΙΑΣ ΤΡΙΑΔΟΣ
«ΦΑΝΕΡΩΜΕΝΗΣ»
Π  Α  Π  Α  Δ  Α  Τ  Ω  Ν

 

Α Κ Ο Λ Ο Υ Θ Ι Α
ΟΡΘΡΟΥ & ΘΕΙΑΣ ΛΕΙΤΟΥΡΓΙΑΣ
Κ Υ Ρ Ι Α Κ Η Σ   Τ Η Σ
Π Ε Ν Τ Η Κ Ο Σ Τ Η Σ

Τ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ὀγδόῃ ἀπὸ τοῦ Πάσχα, τὴν ἁγίαν Πεντηκοστὴν ἑορτάζομεν.


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

ὁ Ἱερεὺς: Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ἀναγνώστης: μήν.

ὁ Προεστὼς: Δόξα σοι ὁ Θεός, δόξα σοι.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.

Ἀναγνώστης: Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (ἐκ γ')

Δόξα Πατρὶ... Καὶ νῦν...

Παναγία Τριάς, ἐλέησον ἡμᾶς.

Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν,

Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.

Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,

ἕνεκεν τοῦ ὀνόματός σου.  

Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον. 

Δόξα Πατρί.... Καὶ νῦν...

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ὁ Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία...

ὁ Ἀναγνώστης: μὴν.

Τροπάρια

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Δόξα Πατρὶ...

ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός, εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

Καὶ νῦν... Θεοτοκίον

Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε, στήριξον ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην, διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.

·               λέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

ὁ Χορὸς: Κύριε, ἐλέησον (γ').

·               τι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.

ὁ Χορὸς: Κύριε, ἐλέησον (γ').

·               τι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν,(δεῖνος), καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

ὁ Χορὸς: Κύριε, ἐλέησον (γ').

τι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων.

Ἀναγνώστης: μήν. ν ὀνόματι Κυρίου, εὐλόγησον, Πάτερ.

Ἱερεὺς: Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ, καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης: μήν.


Ο ΕΞΑΨΑΛΜΟΣ

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία (τρίς).

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (δίς).

Ψαλμὸς γ’ ( 3 )

·               Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με πολλοὶ ἐπανίστανται ἐπ' ἐμὲ;

·               Πολλοὶ λέγουσιν τῇ ψυχῇ μου οὐκ ἔστιν σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ.

·               Σὺ δὲ Κύριε ἀντιλήπτωρ μου εἶ δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου.

·               Φωνῇ μου πρὸς κύριον ἐκέκραξα καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ.

·               Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι κύριος ἀντιλήψεταί μου.

·               Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι.

·               Ἀνάστα, Κύριε, σῷσόν με ὁ Θεός μου ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως ὀδόντας ἁμαρτωλῶν συνέτριψας.

·               Τοῦ Κυρίου ἡ σωτηρία καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.

Καὶ πάλιν

·               γὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι Κύριος ἀντιλήψεταί μου.

Ψαλμὸς λζ’ (37)

·               Κύριε μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με,

·               ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι καὶ ἐπεστήριξας ἐπ' ἐμὲ τὴν χεῖρά σου

·               οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου,

·                οὐκ ἔστιν εἰρήνη  ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου 

·               ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ' ἐμὲ

·               προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου

·               ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην

·               ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου

·               ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου

·               Κύριε ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη

·               ἡ καρδία μου ἐταράχθη ἐγκατέλιπέ με ἡ ἰσχύς μου καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστιν μετ' ἐμοῦ

·               οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν

·               καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν

·               ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ

·               καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμοὺς

·               ὅτι ἐπὶ σοὶ Κύριε ἤλπισα σὺ εἰσακούσῃ Κύριε ὁ Θεός μου

·               ὅτι εἶπον΄ μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησαν

·               ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διὰ παντὸς

·               ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου

·               οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμὲ καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως

·               οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με ἐπεὶ κατεδίωκον δικαιοσύνην.

·               Μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου μὴ ἀποστῇς ἀπ' ἐμοῦ

·               Πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου.

Καὶ πάλιν

·               Μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου μὴ ἀποστῇς ἀπ' ἐμοῦ

·               Πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου.

Ψαλμὸς ξβ’ (62)

·               Θεὸς ὁ Θεός μου πρὸς σὲ ὀρθρίζω

·            ἐδίψησέ σε ἡ ψυχή μου ποσαπλῶς σοι ἡ σάρξ μου ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ

·               οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου

·               ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωὰς, τὰ χείλη μου ἐπαινέσουσί σε

·               οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου

·               ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου

·               εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ

·               ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι

·               ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου

·               αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς παραδοθήσονται εἰς χεῖρας ῥομφαίας μερίδες ἀλωπέκων ἔσονται

·               ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ ὅτι ἐνεφράγῃ στόμα λαλούντων ἄδικα

Καὶ πάλιν

·               ν τοῖς ὄρθροις ἐμελέτων εἰς σὲ ὅτι ἐγενήθης βοηθός μου καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι,

·               κολλήθη ἡ ψυχή μου ὀπίσω σου ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου.

Δόξα Πατρὶ... Καὶ νῦν...

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, Δόξα σοι ὁ Θεὸς (τρίς)

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Δόξα Πατρὶ... Καὶ νῦν...

Ψαλμὸς πζ’ (87)

·               Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου

·               εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου

·               ὅτι ἐπλήσθη κακῶν ἡ ψυχή μου καὶ ἡ ζωή μου τῷ ᾅδῃ ἤγγισεν

·              προσελογίσθην μετὰ τῶν καταβαινόντων εἰς λάκκον ἐγενήθην ὡς ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύθερος

·               ὡσεὶ τραυματίαι καθεύδοντες ἐν τάφῳ ὧν οὐκ ἐμνήσθης ἔτι, καὶ αὐτοὶ ἐκ τῆς χειρός σου ἀπώσθησαν,

·               ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου,

·               ἐπ' ἐμὲ ἐπεστηρίχθη ὁ θυμός σου καὶ πάντας τοὺς μετεωρισμούς σου ἐπήγαγες ἐπ' ἐμὲ

·               ἐμάκρυνας τοὺς γνωστούς μου ἀπ' ἐμοῦ ἔθεντό με βδέλυγμα ἑαυτοῖς

·               παρεδόθην καὶ οὐκ ἐξεπορευόμην οἱ ὀφθαλμοί μου ἠσθένησαν ἀπὸ πτωχείας

·              ἐκέκραξα πρὸς σὲ Κύριε ὅλην τὴν ἡμέραν διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου

·               μή τοῖς νεκροῖς ποιήσεις θαυμάσια; ἢ ἰατροὶ ἀναστήσουσι καὶ ἐξομολογήσονταί σοι;

·               μή διηγήσεταί τις ἐν τῷ τάφῳ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἐν τῇ ἀπωλεία;

·              μή γνωσθήσεται ἐν τῷ σκότει τὰ θαυμάσιά σου καὶ ἡ δικαιοσύνη σου ἐν γῇ ἐπιλελησμένῃ;

·               κᾀγὼ πρὸς σὲ Κύριε ἐκέκραξα καὶ τὸ πρωΐ ἡ προσευχή μου προφθάσει σε

·               ἵνα τί Κύριε ἀπωθῇ τὴν ψυχήν μου ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ;

·               πτωχὸς εἰμι ἐγὼ καὶ ἐν κόποις ἐκ νεότητός μου ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην

·               ἐπ' ἐμὲ διῆλθον αἱ ὀργαί σου, οἱ φοβερισμοί σου ἐξετάραξάν με

·               ἐκύκλωσάν με ὡσεὶ ὕδωρ ὅλην τὴν ἡμέραν περιέσχον με ἅμα

·               ἐμάκρυνας ἀπ' ἐμοῦ φίλον καὶ πλησίον καὶ τοὺς γνωστούς μου ἀπὸ ταλαιπωρίας .

Καὶ πάλιν

·               Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου ἡμέρας ἐκέκραξα καὶ ἐν νυκτὶ ἐναντίον σου.

·               Εἰσελθέτω ἐνώπιόν σου ἡ προσευχή μου κλῖνον τὸ οὖς σου εἰς τὴν δέησίν μου.

Ψαλμὸς ρβ’(102)

·               Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ

·            Εὐλόγει ἡ ψυχή μου τὸν κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ

·               τὸν εὐϊλατεύοντα πάσας τὰς ἀνομίας σου τὸν ἰώμενον πάσας τὰς νόσους σου

·               τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς

·               τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου

·               ποιῶν ἐλεημοσύνας ὁ Κύριος καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις

·               ἐγνώρισεν τὰς ὁδοὺς αὐτοῦ τῷ Μωϋσῇ τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ,

·               οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος μακρόθυμος καὶ πολυέλεος,

·               οὐκ εἰς τέλος ὀργισθήσεται οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ,

·               οὐ κατὰ τὰς ἀνομίας ἡμῶν ἐποίησεν ἡμῖν οὐδὲ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν 

·               ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσεν Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτὸν

·               καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν

·               καθὼς οἰκτείρει πατὴρ υἱοὺς ᾠκτείρησεν κύριος τοὺς φοβουμένους αὐτὸν ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν ἐμνήσθη ὅτι χοῦς ἐσμεν

·               ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει

·               ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ

·               τὸ δὲ ἔλεος τοῦ κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς φοβουμένους αὐτὸν

·                καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοῖς υἱῶν τοῖς φυλάσσουσιν τὴν διαθήκην αὐτοῦ καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτὰς

·               Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασεν τὸν θρόνον αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει

·               εὐλογεῖτε τὸν κύριον πάντες οἱ ἄγγελοι αὐτοῦ δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ

·               εὐλογεῖτε τὸν κύριον πᾶσαι αἱ δυνάμεις αὐτοῦ λειτουργοὶ αὐτοῦ οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ

·               εὐλογεῖτε τὸν κύριον πάντα τὰ ἔργα αὐτοῦ ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν Κύριον

Καὶ πάλιν

·               ν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ εὐλόγει ἡ ψυχή μου τὸν Κύριον.

Ψαλμὸς ρμβ’ (142)

·               Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου

·               καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν,

·               ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου

·               ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου

·               ἐμνήσθην ἡμερῶν ἀρχαίων καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασιν τῶν χειρῶν σου ἐμελέτων

·               διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι

·               ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου

·           μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον

·                ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα

·                γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου

·               ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε πρὸς σὲ κατέφυγον

     δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου

·               τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ ἕνεκεν τοῦ ὀνόματός σου Κύριε ζήσεις με

·        ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σου εἰμί

Καὶ πάλιν

·               Εἰσάκουσόν μου Κύριε, ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου. (δίς)

·               Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.

Δόξα Πατρὶ... Καὶ νῦν...

λληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός (ἐκ γ'). ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.


Συναπτὴ μεγάλη

Διάκονος:

·        ·Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

·               ὁ α’ χορός: Κύριε ἐλέησον. (Χύμα εἰς τὸ κλιτόν).

·        ·Ὑπέρ τῆς ἄνωθεν εἰρήνης, καί τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.

·        ·       β’ χορός: Κύριε ἐλέησον.

·        Ὑπέρ της εἰρήνης του σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων του Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.

·        ·      α’ χορός: Κύριε ἐλέησον.

·         Ὑπέρ τοῦ ἁγίου οἴκου τούτου, καί τῶν μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

·        ·      β’ χορός: Κύριε ἐλέησον.

·        Ὑπέρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.

·        ·      α’ χορός: Κύριε ἐλέησον.

·        Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (τοῦ δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.

·        ·      β’ χορός: Κύριε ἐλέησον.

·         Ὑπέρ τῆς πόλεως ταύτης, πάσης πόλεως καὶ χώρας καί τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

·        ·      α’ χορός: Κύριε ἐλέησον.

·         Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν, τοῦ Κυρίου δεηθῶμεν.

·        ·       β’ χορός: Κύριε ἐλέησον.

·        Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί τῆς σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.

·        ·      α’ χορός: Κύριε ἐλέησον.

·         Ὑπέρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

·        ·       β’ χορός: Κύριε ἐλέησον.

·        Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

·        ·      α’ χορός: Κύριε ἐλέησον.

·         Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα.

·        ὁ α’ χορός: Σοὶ Κύριε.

ὁ Ἱερεύς:

Ὅτι πρέπει σοι, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.


ΕΙΣ ΤΟ ΘΕΟΣ ΚΥΡΙΟΣ

Ἦχος πλ.δ'

ὁ α’ χορὸς

Ἀμήν. Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

ὁ β’ χορὸς

Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 

ὁ α’ χορὸς

Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν...

ὁ β’ χορὸς

Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... 

ὁ α’ χορός

Ἀπολυτίκιον. Ἦχος πλ. δ.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.  

ὁ β’ χορὸς

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν,...

ὁ α’ χορὸς

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν,...


Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις

Ὅτι σὸν τὸ κράτος...  


ΚΑΘΙΣΜΑΤΑ 

Μετὰ τὴν α´ Στιχολογίαν.

Ἦχος δ'

ὁ α’ χορὸς

Κατεπλάγη Ἰωσὴφ

Τὴν μεθέορτον πιστοί, καὶ τελευταίαν ἑορτήν, ἣν ἑορτάσωμεν φαιδρῶς, αὕτη ἐστὶ Πεντηκοστή, ἐπαγγελίας συμπλήρωσις, καὶ προθεσμίας, ἐν ταύτῃ γὰρ τὸ πῦρ, τοῦ Παρακλήτου εὐθύς, κατέβη ἐπὶ γῆς, ὥσπερ ἐν εἴδει γλωσσῶν, καὶ Μαθητὰς ἐφώτισε, καὶ τούτους οὐρανομύστας ἀνέδειξε. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον, ἐφώτισε.

ὁ β’ χορὸς

Δόξα Πατρὶ... Καὶ νῦν...

Τὴν μεθέορτον πιστοί, καὶ τελευταίαν ἑορτήν, ἣν ἑορτάσωμεν φαιδρῶς, αὕτη ἐστὶ Πεντηκοστή, ἐπαγγελίας συμπλήρωσις, καὶ προθεσμίας, ἐν ταύτῃ γὰρ τὸ πῦρ, τοῦ Παρακλήτου εὐθύς, κατέβη ἐπὶ γῆς, ὥσπερ ἐν εἴδει γλωσσῶν, καὶ Μαθητὰς ἐφώτισε, καὶ τούτους οὐρανομύστας ἀνέδειξε. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον, ἐφώτισε.

Μετὰ τὴν α´ Στιχολογίαν.

ὁ α’ χορὸς

Κάθισμα  ὅμοιον

τοῦ Πνεύματος πηγή, ἐπιδημοῦσα τοῖς ἐν γῇ, εἰς πυρφόρους ποταμούς, μεριζομένη νοητῶς, τοὺς Ἀποστόλους ἐδρόσιζε φωταγωγοῦσα, καὶ γέγονεν αὐτοῖς, νέφος δροσῶδες τὸ πῦρ, φωτίζουσα αὐτούς, καὶ ὑετίζουσα φλόξ, δι' ὧν ἡμεῖς ἐλάβομεν τὴν χάριν, διὰ πυρός τε καὶ ὕδατος, Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον ἐφώτισε. 

ὁ β’ χορὸς

Δόξα Πατρὶ... Καὶ νῦν...

τοῦ Πνεύματος πηγή, ἐπιδημοῦσα τοῖς ἐν γῇ, εἰς πυρφόρους ποταμούς, μεριζομένη νοητῶς, τοὺς Ἀποστόλους ἐδρόσιζε φωταγωγοῦσα, καὶ γέγονεν αὐτοῖς, νέφος δροσῶδες τὸ πῦρ, φωτίζουσα αὐτούς, καὶ ὑετίζουσα φλόξ, δι' ὧν ἡμεῖς ἐλάβομεν τὴν χάριν, διὰ πυρός τε καὶ ὕδατος, Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον ἐφώτισε. 

 

Μετὰ τὸν Πολυέλεον

Κάθισμα  Ἦχος πλ. δ'

ὁ α’ χορὸς

Τὸ προσταχθὲν μυστικῶς

Μετὰ τὴν Ἔγερσιν Χριστέ, τὴν ἐκ τοῦ τάφου, καὶ τὴν πρὸς ὕψος οὐρανοῦ, θείαν Ἀνάληψιν, τοῖς θεόπταις τὴν δόξαν σου κατέπεμψας οἰκτίρμον, Πνεῦμα εὐθὲς ἐγκαινίσας τοῖς Μαθηταῖς, ὅθεν, ὥσπερ κιθάρα μουσουργική, πᾶσιν ἐτρανολόγησαν, τῷ θείῳ πλήκτρῳ μυστικῶς, Σῷτερ, τὰ ἀπηχήματα, καὶ τὴν οἰκονομίαν σου.

 ὁ β’ χορὸς

Δόξα Πατρί... Καὶ νῦν...

Μετὰ τὴν Ἔγερσιν Χριστέ, τὴν ἐκ τοῦ τάφου, καὶ τὴν πρὸς ὕψος οὐρανοῦ, θείαν Ἀνάληψιν, τοῖς θεόπταις τὴν δόξαν σου κατέπεμψας οἰκτίρμον, Πνεῦμα εὐθὲς ἐγκαινίσας τοῖς Μαθηταῖς, ὅθεν, ὥσπερ κιθάρα μουσουργική, πᾶσιν ἐτρανολόγησαν, τῷ θείῳ πλήκτρῳ μυστικῶς, Σῷτερ, τὰ ἀπηχήματα, καὶ τὴν οἰκονομίαν σου.


    Τ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.

ὁ α’ χορός

·        ·       κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.

ὁ β’ χορός

·        ·       κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου

ὁ α’ χορός

·                Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ β’ χορός

·                Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.

ὁ α’ χορός

Δόξα Πατρί...

γίῳ Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.

ὁ β’ χορός

Καὶ νῦν...

γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

Προκείμενον  Ἦχος δ'

ὁ α’ χορός

Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.

ὁ β’ χορός

Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.

ὁ α’ χορός

Στίχ. Κύριε εἰσάκουσον τῆς προσευχῆς μου.

Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.


Τάξις Εὐαγγελίου τοῦ Ὂρθρου 

ὁ Διάκονος: Τοῦ Κυρίου δεηθῶμεν.

ὁ α΄ χορὸς

Κύριε ἐλέησον

ὁ Ἱερεὺς: τι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ,...

ὁ α΄ χορὸς

μήν. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ β’ χορὸς

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

ὁ α΄ χορὸς

Αἰνεσάτω πνοὴ πᾶσα τὸν Κύριον.

ὁ Διάκονος: Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς...

ὁ α’ χορὸς:

Κύριε, ἐλέησον (γ')

ὁ Διάκονος: Σοφία. Ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

ὁ Ἱερεὺς: Εἰρήνη πᾶσι. 

ὁ β’ Χορὸς:

Καὶ τῷ Πνεύματί σου.

ὁ Ἱερεὺς: κ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα

ὁ Διάκονος: Πρόσχωμεν.

Εὐαγγέλιον

τῆς ῾Εορτῆς ( ἀπὸ τῶν βημοθύρων)  

Οὔσης ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ τῶν Σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ μαθηταὶ συνηγμένοι διὰ τὸν φόβον τῶν Ἰουδαίων , ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς, Εἰρήνη ὑμῖν, καὶ τοῦτο εἰπὼν ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τὴν πλευρὰν αὐτοῦ. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τόν Κύριον. εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς πάλιν , Εἰρήνη ὑμῖν, καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς.καὶ τοῦτο εἰπὼν ἐνεφύσησε καὶ λέγει αὐτοῖς, Λάβετε Πνεῦμα Ἅγιον΄ ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφιένται αὐτοῖς, ἄν τινων κρατῆτε, κεκράτηνται.

Ἀνάστασιν Χριστοῦ... οὐ λέγομεν, ἀλλ' εὐθὺς τὸν Ν'( χύμα)

λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
πὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
τι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντὸς.
Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
δοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
δοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
αντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
κουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
πόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ.
πόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσιν.
ῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
τι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον΄ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
γάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους, καὶ ἐλέησόν με ὁ Θεός
.

ὁ α’ χορὸς

Δόξα Πατρί... Ἦχος β’

Ταῖς τῶν Ἀποστόλων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ β’ χορὸς

Καὶ νῦν...

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

ὁ α’ χορὸς

Πεντηκοστάριον. Ἦχος πλ. β' 

Στίχ. λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον ἀγαθὲ τὰς ψυχὰς ἡμῶν.


Σῶσον ὁ Θεὸς τὸν λαὸν σου...

Ἐλέει καὶ οἰκτιρμοῖς...


Οἱ Κανόνες

 Ὁ τοῦ βαρέος μετὰ τῶν Εἱρμῶν, εἰς δ' καὶ ὁ τοῦ δ' μετὰ τῶν Εἱρμῶν, εἰς δ'. Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς. 

Πεντηκοστὴν ἑορτάζομεν. - Ποίημα Κοσμᾶ Μοναχοῦ.

ᾠδὴ α' 

Ἦχος βαρὺς

 ὁ α’ χορὸς

  Ὁ Εἱρμὸς

Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται.  

ὁ β’ χορὸς

Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν,...

ὁ α’ χορὸς

ργῳ, ὡς πάλαι τοῖς Μαθηταῖς ἐπηγγείλω, τὸ Παράκλητον Πνεῦμα ἐξαποστείλας Χριστέ, ἔλαμψας τῷ κόσμῳ φῶς, φιλάνθρωπε.

ὁ β’ χορὸς

Νόμῳ τὸ πάλαι προκηρυχθὲν καὶ Προφήταις, ἐπληρώθη, τοῦ θείου Πνεύματος σήμερον, πᾶσι γὰρ πιστοῖς χάρις ἐκκέχυται.

 

Ἕτερος Κανὼν ἰαμβικὸς

Οὗ ἡ ἀκροστιχὶς διὰ στίχων Ἡρωελεγείων

 

Θειογενὲς Λόγε, Πνεῦμα Παράκλητον πάλιν ἄλλον,

Ἐκ Γενέτου κόλπων ἧκας ἐπιχθονίοις

Οἷα πυρὸς γλώσςῃσι φέρον θεότητος ἀΰλου.

Σῆμα τεῆς φύτλης, καὶ χάριν ὑμνοπόλοις.

Ποίημα Κυρίου Ἰωάννου τοῦ Ἀρκλᾶ

ᾠδὴ α' 

Ἦχος δ'

 ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ.

Ἐῤῥητόρευσε τὸν θεόγραφον νόμον

Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,

Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος

Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν.

ὁ β’ χορὸς

Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος ....

ὁ α’ χορὸς

Δόξα Πατρὶ...

φη τὸ σεπτὸν καὶ σεβάσμιον στόμα.

Νοσφισμὸς ὑμῖν οὐ γενήσεται φίλοις.

Ἐγὼ γὰρ εἰς πατρῷον ὕψιστον θρόνον

Συνεδριάζων, ἐκχεῶ τοῦ Πνεύματος,

Λάμψαι ποθοῦσι, τὴν χάριν τὴν ἄφθονον.

ὁ β’ χορὸς

Καὶ νῦν...

ρος βεβηκώς, ἀτρεκέστατος Λόγος,

Γαληνόμορφον ἐκτελεῖ τὴν καρδίαν.

Ἔργον γὰρ ἐκπεράνας, εὔφρανε φίλους,

Πνοῇ βιαίᾳ, καὶ πυρὸς γλωττήμασι,

Νείμας τὸ Πνεῦμα Χριστός, ὡς ὑπέσχετο.

ᾠδὴ γ'

ὁ α’ χορὸς

 Ὁ Εἱρμὸς

Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρός ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε.

ὁ β’ χορὸς

Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς,...

ὁ α’ χορὸς

τοῦ θείου Πνεύματος ἐπιδημήσασα δύναμις, τὴν μερισθεῖσαν πάλαι φωνήν, κακῶς ὁμονοησάντων, εἰς μίαν ἁρμονίαν θείως συνῆψε, γνῶσιν συνετίζουσα πιστοὺς τῆς Τριάδος, ἐν ᾗ ἐστερεώθημεν.

ὁ β’ χορὸς

τοῦ θείου Πνεύματος ἐπιδημήσασα δύναμις,...

Εἱρμὸς ἄλλος

ὁ α’ χορὸς

ῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας,

Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,

Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι

Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,

Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων.

ὁ β’ χορὸς

ῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας,...

ὁ α’ χορὸς

Δόξα Πατρί...

ληπτός ἐστιν ἡ θεαρχικωτάτη.

Ῥήτρας γὰρ ἐξέφηνε τοὺς ἀγραμμάτους,

Ἅλις σοφιστὰς συστομίζοντας λόγῳ,

Καὶ τῆς βαθείας νυκτὸς ἐξαιρουμένους,

Λαοὺς ἀπείρους, ἀστραπῇ τοῦ Πνεύματος.

ὁ β’ χορὸς

Καὶ νῦν...

ν ἐκπορευτὸν ἐξ ἀγεννήτου φάους,

Τὸ πανσθενουργόφωτον ἄφθιτον σέλας,

Οὗ τὴν δι' Υἱοῦ πατρικῆς ἐξουσίας,

Νῦν ἐμφανίζει συμφυῆ φρυκτωρίαν,

Πυρῶδες ἦχος ἐν Σιὼν τοῖς ἔθνεσιν.


 Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν...    


 

Κάθισμα  Ἦχος πλ. δ' - Τὸ προσταχθὲν

ὁ β’ χορὸς

Οἱ τοῦ Σωτῆρος ἐρασταὶ χαρᾶς ἐπλήσθησαν, καὶ θάρσος ἔλαβον, οἱ πρῴην δειλιῶντες, ὡς τὸ Πνεῦμα τὸ ἅγιον σήμερον ἐξ ὕψους, κατῆλθεν ἐπὶ τὸν οἶκον τῶν Μαθητῶν, καὶ ἄλλος ἄλλα ἐλάλει πρὸς τοὺς λαούς, γλῶσσαι γὰρ διεσπάρησαν΄ Ὁρώμεναι ὡσεὶ πυρός, καὶ τούτους οὐ κατέφλεξαν,…

ὁ α χορὸς

λλὰ μᾶλλον ἐδρόσισαν.  

ᾠδὴ δ'

Ὁ Εἱρμὸς

ὁ β’ χορὸς

Κατανοῶν ὁ Προφήτης, τὴν ἐπ' ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα, τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῷσαι, τοὺς χρηστούς σου ἐλήλυθας.

ὁ α’ χορὸς

Κατανοῶν ὁ Προφήτης,...

ὁ β’ χορὸς

ἐν Προφήταις λαλήσας, καὶ διὰ νόμου κηρυχθείς, πρῴην τοῖς ἀτελέσι, Θεὸς ἀληθὴς ὁ Παράκλητος, τοῖς τοῦ Λόγου ὑπηρέταις καὶ μάρτυσι, γνωρίζεται σήμερον.

ὁ α’ χορὸς

Σῆμα θεότητος φέρον, τοῖς Ἀποστόλοις ἐν πυρί, Πνεῦμα κατεμερίσθη, καὶ ξέναις ἐν γλώσσαις ἐνέφηνεν, ὡς πατρόθεν θεῖον σθένος, ἐρχόμενον ἐστὶν αὐτοκέλευστον.

Εἱρμὸς  ἄλλος

ὁ β’ χορὸς

ναξ ἀνάκτων, οἷος ἐξ οἵου μόνος,

Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.

Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,

Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,

ᾌδουσι, Δόξα τῷ κράτει σου, Κύριε.

ὁ α’ χορὸς

Λουτρὸν τὸ θεῖον τῆς παλιγγενεσίας,

Λόγῳ κεραννὺς συντεθειμένῃ φύσει,

Ὀμβροβλυτεῖς μοι ῥεῖθρον ἐξ ἀκηράτου

Νενυγμένης σου πλευράς, ὤ Θεοῦ Λόγε,

Ἐπισφραγίζων τῇ ζέσει τοῦ Πνεύματος.

ὁ β’ χορὸς

Δόξα Πατρί...

Κάμπτει τὰ πάντα τῷ Παρακλήτῳ γόνυ,

Γόνῳ τε Πατρός, Πατρὶ συμφυεστάτῳ.

Ἐν γὰρ προσώποις  oἶδε τριττοῖς οὐσίαν,

Νημερτές, ἀπρόσιτον, ἄχρονον, μίαν.

Ἔλαμψε φῶς γὰρ ἡ χάρις τοῦ Πνεύματος.

ὁ α’ χορὸς

Καὶ νῦν...

Τελεῖσθε πάντες τῇ θεαρχικωτάτῃ,

Ὅσοι λατρευταὶ τῆς τριφεγγοῦς οὐσίας.

Ὑπερφυῶς τελεῖ γὰρ ὡς εὐεργέτης,

Καὶ πυρσολαμπεῖ Χριστὸς εἰς σωτηρίαν,

Ὅλην πορίζων...

ὁ β’ χορὸς

...τὴν χάριν τοῦ Πνεύματος.

ᾠδὴ ε'

 ὁ α’ χορὸς

Ὁ Εἱρμὸς

Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται, φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα.

ὁ β’ χορὸς

Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε,... 

ὁ α’ χορὸς

ἐπιφοιτήσασα ἰσχὺς σήμερον, αὕτη Πνεῦμα ἀγαθόν, Πνεῦμα σοφίας Θεοῦ, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευτόν, καὶ δι' Υἱοῦ πιστοῖς ἡμῖν πεφηνός, μεταδοτικόν, ἐν οἷς κατοικίζεται φύσει, τῆς ἐν ᾗ κατοπτεύεται ἁγιότητος.

ὁ β’ χορὸς

ἐπιφοιτήσασα ἰσχὺς σήμερον,... 

ὁ α’ χορὸς

Εἱρμὸς ἄλλος

Λυτήριον κάθαρσιν ἀμπλακημάτων,

Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,

Ὢ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας,

Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,

Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις.

ὁ β’ χορὸς

Λυτήριον κάθαρσιν ἀμπλακημάτων,.....

ὁ α’ χορὸς

Δόξα Πατρὶ...

Καθώς περ εὐδόκησεν αὐτεξουσίως,  

Ἀδέσποτον κάτεισι Πνεῦμα πατρόθεν,

Σοφίζον ἐν γλώσσησι τοὺς Ἀποστόλους,

Ἐπισφραγίζον τὸν φερέσβιον Λόγον,

Πατροσθενὲς ξύμμορφον, ὃν Σωτὴρ ἔφη.

ὁ β’ χορὸς

Καὶ νῦν...

ῆτο τὰς φρένας μὲν ἐξ ἁμαρτίας,

Χ' αὑτῷ κατεσκεύαζε τῶν Ἀποστόλων,

Θεὸς Λόγος πάνταρχος, ἄχραντον δόμον.

Ὁμοσθενοῦς δὲ καὶ συνουσιουμένου,

Νῦν ἐγκατοικίζεται...

ὁ α’ χορὸς

...Πνεύματος φάος.

ᾠδὴ ς'

 ὁ β’ χορὸς

  Ὁ Εἱρμὸς

Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι, Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε.

 ὁ α’ χορὸς

Ναυτιῶν τῷ σάλῳ,...

ὁ β’ χορὸς

κ τοῦ Πνεύματός σου, σάρκα ἐπὶ πᾶσαν, ὡς εἶπας, πλουσίως ἐξέχεας, καὶ ἐπληρώθη τῆς σῆς ἡ σύμπασα γνώσεως Κύριε, ὅτι ἐκ Πατρὸς Υἱὸς ἀῤῥεύστως ἔφυς, καὶ τὸ Πνεῦμα ἀμερίστως πρόεισιν.

 ὁ α’ χορὸς

κ τοῦ Πνεύματός σου,...

ὁ β’ χορὸς

Εἱρμὸς ἄλλος

λασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,

Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,

Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου,

Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,

Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα.

ὁ α’ χορὸς

 λασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,...

ὁ β’ χορὸς 

Δόξα Πατρὶ...

μερτὸν ἡμῖν εὐθὲς ἐν τοῖς ἐγκάτοις,

Αἰωνίως ἕξουσι Πνεῦμα καινίσαις,

Πατροπροβλήτως πάντοτε ξυνημμένον,

Ὕλης ἀπεχθοῦς καυστικῶν μολυσμάτων,

Ῥύπου τε φρενῶν ῥυπτικὸν Παντοκράτορ.

ὁ α’ χορὸς

Καὶ νῦν...

ρεκτὸν ἀξίωμα τοῖς Ἀποστόλοις,  

Σιωνίταις μίμνουσι σὴν παρουσίαν,

Γνώρισμα Πνεῦμα πατρογεννήτου Λόγου,

Λέσχην ἀπηνῆ τῶν ἐθνῶν ποππυσμάτων,

Ὢκιστα δεικνύς, πυρπνόως καθιδρύεις.


 Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις

Σὺ γὰρ εἶ ὁ βασιλεύς...   


Κοντάκιον  Ἦχος πλ. δ'

τε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος, ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.

Ὁ Οἶκος

Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιάσαι τὰ πνεύματα ἡμῶν, μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν, ἀλλὰ ἀεὶ ἡμᾶς πρόφθασον, Ἒγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ, ὡς περ καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς σὲ ποθοῦσιν ἕνωσον σαὐτὸν οἰκτίρμον, ἵνα συνημμένοι σοι ὑμνῶμεν, καὶ δοξολογῶμεν τὸ πανάγιόν σου Πνεῦμα.

 

Συναξάριον (κ τοῦ  μηνιαίου)
καί τό παρόν

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ὀγδόῃ ἀπὸ τοῦ Πάσχα, τὴν ἁγίαν Πεντηκοστὴν ἑορτάζομεν.

Στίχοι

·        ·       Πνοῇ βιαίᾳ γλωσσοπυρσεύτως νέμει,

·        ·       Χριστὸς τὸ θεῖον Πνεῦμα τοῖς Ἀποστόλοις.

·        ·       Ἐκκέχυται μεγάλῳ ἑνὶ ἤματι Πνεῦμ' ἁλιεῦσι.

 

Ταῖς τῶν ἁγίων Ἀποστόλων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.


 Καταβασίαι

ὁ α’ χορὸς

Ἦχος βαρὺς

Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται.

ὁ β’ χορὸς

Ἦχος δ'

Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ.

Ἐῤῥητόρευσε τὸν θεόγραφον νόμον

Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,

Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος

Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν.

ὁ α’ χορὸς

Ἦχος βαρὺς

Τὴν ἐξ ὕψους δύναμιν τοῖς Μαθηταῖς, Χριστέ, ἕως ἂν ἐνδύσησθε ἔφης, καθίσατε ἐν Ἱερουσαλήμ, ἐγὼ δὲ ὡς ἐμὲ Παράκλητον ἄλλον, Πνεῦμα τὸ ἐμόν τε καὶ Πατρός ἀποστελῶ, ἐν ᾧ στερεωθήσεσθε.

ὁ β’ χορὸς

Ἦχος δ'

ῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας,

Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης,

Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι

Ἄννης, φερούσης πνεῦμα συντετριμμένον,

Πρὸς τὸν δυνάστην,...

 ὁ α’ χορὸς

..καὶ Θεὸν τῶν γνώσεων.

ὁ β’ χορὸς

Ἦχος βαρὺς

Κατανοῶν ὁ Προφήτης, τὴν ἐπ' ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα, τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χρηστούς σου ἐλήλυθας.

Ἦχος δ'

ὁ α χορὸς

ναξ ἀνάκτων, οἷος ἐξ οἵου μόνος,

Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου.

Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις,

Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης,

ᾌδουσι΄...  

ὁ β’ χορὸς

...Δόξα τῷ κράτει σου, Κύριε.

 ὁ α’ χορὸς

Ἦχος βαρὺς

Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται, φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα.

ὁ β’ χορὸς

Ἦχος δ'

Λυτήριον κάθαρσιν ἀμπλακημάτων,

Πυρίπνοον δέξασθε Πνεύματος δρόσον,

Ὢ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας,

Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος,

Ἡ γλωσσοπυρσόμορφος...

ὁ α’ χορὸς

...Πνεύματος χάρις.

ὁ β’ χορὸς

Ἦχος βαρὺς

Ναυτιῶν τῷ σάλῳ, τῶν βιοτικῶν μελημάτων, συμπλόοις ποντούμενος ἁμαρτίαις, καὶ ψυχοφθόρω θηρὶ προσριπτούμενος, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι΄ Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε.

ὁ α’ χορὸς   

Ἦχος δ'

λασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία,

Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου,

Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου,

Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς,

Ὅλον τὸν Ἀδάμ,...

ὁ β’ χορὸς

...παγγενῆ πεπτωκότα.

ὁ α’ χορὸς

Ἦχος βαρὺς

Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες, Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

ὁ β’ χορὸς

Ἦχος δ'

Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος,

Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας.

Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις,

Σεβασμιάζει τοῦ βοᾶν, Τριὰς μόνη,

Ἰσοσθενής,...

ὁ α’ χορὸς

...ναρχος, εὐλογητὸς εἶ.

ὁ β’ χορὸς

Στίχ. Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον

Ἦχος βαρὺς

φλεκτος πυρὶ ἐν Σινᾷ προσομιλοῦσα, βάτος Θεὸν ἐγνώρισε, τῷ βραδυγλώσσῳ καὶ δυσήχῳ Μωσεῖ καὶ Παῖδας ζῆλος Θεοῦ, τρεῖς ἀναλώτους τῷ πυρὶ ὑμνῳδοὺς ἔδειξε, Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ὁ α’ χορὸς  

Ἦχος δ'

Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα,

Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος,

Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον,

Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην,

Ἡ δημιουργηθεῖσα σύμπασα κτίσις.


Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς...


ᾠδὴ θ'

 ὁ α χορὸς

Ὁ Εἱρμὸς

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.

ὁ β’ χορὸς

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα,... 

ὁ α’ χορὸς

πιπαφλάζοντος πάλαι πυρίνου ἅρματος, ὁ ζηλωτὴς καὶ πυρίπνους χαίρων ὀχούμενος, τὴν νῦν ἐκλάμψασαν ἐπίπνοιαν ἐδήλου, ἐξ ὕψους Ἀποστόλοις, ὑφ' ἧς καταλαμφθέντες, τὴν Τριάδα πᾶσιν ἐγνώρισαν.

ὁ β’ χορὸς

Νόμου τῶν φύσεων δίχα ξένον ἠκούετο, τῶν Μαθητῶν τῆς μιᾶς γὰρ φωνῆς ἀπηχουμένης, Πνεύματος χάριτι, ποικίλως, ἐνηχοῦντο, λαοί, φυλαὶ καὶ γλῶσσαι, τὰ θεῖα μεγαλεῖα, τῆς Τριάδος γνῶσιν μυούμενοι.

ὁ α’ χορὸς

Εἱρμὸς ἄλλος

Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.

Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,

Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.

Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον

Νοεῖν, ὅθεν σὲ συμφώνως δοξάζομεν.

ὁ β’ χορὸς

Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος....

ὁ α’ χορὸς

Δόξα Πατρί...

δειν ἔοικε τὴν φυσίζωον Κόρην.

Μόνη γὰρ ἐν δίνησι κεκρύφει Λόγον

Νοσοῦσαν ἀλθένοντα τὴν βροτῶν φύσιν.

Ὃς δεξιοῖς κλισμοῖσι νῦν ἱδρυμένος

Πατρός, πέπομφε τὴν χάριν τοῦ Πνεύματος.

ὁ β’ χορὸς

Καὶ νῦν...

σοις ἔπνευσεν ἡ θεόῤῥυτος χάρις,

Λάμποντες, ἀστράπτοντες, ἠλλοιωμένοι,

Ὀθνείαν ἀλλοίωσιν εὐπρεπεστάτην

Ἰσοσθενοῦσαν τὴν ἄτμητον εἰδότες,

Σοφὴν τρίφεγγον οὐσίαν δοξάζομεν.

Καταβασίαι

ὁ α’ χορὸς  

Ἦχος βαρὺς

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.

Ἦχος δ'

ὁ β’ χορὸς

Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος.

Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα,

Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως.

Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον

Νοεῖν, ὅθεν σε συμφώνως δοξάζομεν.


 Συναπτὴ μικρὰ μεθ' ἣν Ἐκφώνησις

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις... 


Ἐξαποστειλάριον  Ἦχος γ'

ὁ α’ χορὸς  

Ὁ οὐρανὸν τοῖς ἄστροις

Τὸ πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ δι' Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας, σῶσον, ἁγίασον πάντας.

ὁ β’ χορὸς

Τὸ πανάγιον Πνεῦμα,...

ὁ α’ χορὸς

Ἕτερον  Ἦχος ὁ αὐτὸς

Φῶς ὁ Πατήρ, φῶς ὁ Λόγος, φῶς καὶ τὸ ἅγιον Πνεῦμα, ὅπερ ἐν γλώσσαις πυρίναις, τοῖς Ἀποστόλοις ἐπέμφθη, καὶ δι' αὐτοῦ πᾶς ὁ κόσμος φωταγωγεῖται,...

ὁ β’ χορὸς

...Τριάδα σέβειν ἁγίαν.   


ΑΙΝΟΙ      Ἦχος δ

ὁ α’ χορός

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. 

ὁ β’ χορός

Αἰνεῖτε αὐτόν, πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

ὁ α’ χορὸς

Ἦχος δ'

Στίχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Παράδοξα σήμερον εἶδον τὰ ἔθνη πάντα ἐν πόλει Δαυΐδ, ὅτε τὸ Πνεῦμα κατῆλθε τὸ ἅγιον ἐν πυρίναις γλώσσαις, καθὼς ὁ θεηγόρος Λουκᾶς ἀπεφθέγξατο, Φησὶ γάρ, Συνηγμένων τῶν Μαθητῶν τοῦ Χριστοῦ, ἐγένετο ἦχος καθάπερ φερομένης βιαίας πνοῆς, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι, καὶ πάντες ἤρξαντο φθέγγεσθαι, ξένοις ῥήμασι, ξένοις δόγμασι, ξένοις διδάγμασι, τῆς ἁγίας Τριάδος.

ὁ β’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος , αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Παράδοξα σήμερον εἶδον τὰ ἔθνη...

ὁ α’ χορὸς

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Τὸ Πνεῦμα τὸ ἅγιον, ἦν μὲν ἀεί, καὶ ἔστι καὶ ἔσται, οὐτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ' ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον, ζωή, καὶ ζωοποιοῦν, φῶς, καὶ φωτὸς χορηγόν,  αὐτάγαθον, καὶ πηγὴ ἀγαθότητος, δι' οὗ Πατὴρ γνωρίζεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρὰ πάντων γινώσκεται, μία δύναμις, μία σύνταξις, μία προσκύνησις, τῆς ἁγίας Τριάδος.

ὁ β’ χορὸς 

Στίχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Τὸ Πνεῦμα τὸ ἅγιον, φῶς, καὶ ζωή, καὶ ζῶσα πηγὴ νοερά, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, ἀγαθόν, εὐθές, νοερόν, ἡγεμονεῦον καθαῖρον τὰ πταίσματα, Θεὸς καὶ θεοποιοῦν, πῦρ, ἐκ πυρὸς προϊόν, λαλοῦν, ἐνεργοῦν, διαιροῦν τὰ χαρίσματα, δι' οὗ Προφῆται ἅπαντες, καὶ Θεοῦ Ἀπόστολοι, μετὰ Μαρτύρων ἐστέφθησαν, Ξένον ἄκουσμα, ξένον θέαμα, πῦρ διαιρούμενον εἰς νομὰς χαρισμάτων.

ὁ α’ χορὸς

Δόξα πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι

ὁ β’ χορὸς

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

 ὁ α’ χορὸς

Ἦχος πλ. β'

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον ἀγαθὲ...

ὁ β’ χορὸς

...τὰς ψυχὰς ἡμῶν.


Δοξολογία Μεγάλη

εἰς ἦχον πλ. β’ ( Ἀργή ἢ σύντομος )

ὁ α’ χορός

·        ·        Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

ὁ β’ χορός

·        ·        μνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

ὁ α’ χορός

·        ·        Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα,

ὁ β’ χορός

·        ·        Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

ὁ α’ χορός

·        ·        Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

·        ·        τι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

ὁ α’ χορός

·        ·        Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

ὁ β’ χορός

·        ·        Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

ὁ α’ χορός

·        ·        Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

ὁ β’ χορός

·        ·        Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

ὁ α’ χορός

·        ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

·        ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ α’ χορός

·        ·        Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

ὁ β’ χορός

·        ·        Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν, ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα΄ Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

ὁ α’ χορός

·        ·        Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

ὁ β’ χορός

·        ·        τι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

ὁ α’ χορός

·        ·        Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

        Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ α’ χορός

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

ὁ β’ χορός

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.
ὁ α’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ὁ β’ χορός

γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.
 

καὶ πάλιν γεγονωτέρᾳ τῇ φωνῇ

ὁ α’ χορός    γιος ὁ Θεός,
ὁ β’ χορός   
γιος Ἰσχυρός,
ὁ α’ χορός
   Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

καὶ εὐθύς τὸ Ἀπολυτίκιον τῆς ἑορτῆς

ὁ β’ χορός

Ἦχος πλ. δ.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.  


ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

ΑΝΤΙΦΩΝΑ 

Ἀντίφωνον Α'

Ἦχος β'ὁ α’ χορὸς 

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

 ὁ β’ χορὸς

Στίχ. μέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

 ὁ α’ χορὸς

Στίχ. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

ὁ β’ χορὸς 

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου...

ὁ α’ χορὸς  Δόξα Πατρὶ...

ὁ β’ χορὸς  Καὶ νῦν...

ὁ α’ χορὸς

Ταῖς πρεσβείαις τῆς Θεοτόκου,

ὁ β’ χορὸς

Σῶτερ, σῶσον ἡμᾶς.


Ἀντίφωνον Β'

Ἦχος ὁ αὐτὸς

ὁ β’ χορὸς

Στίχ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι, Ἀλληλούϊα.

 ὁ α’ χορὸς

Στίχ. ξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ...

 ὁ β’ χορὸς

Στίχ. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ... 

ὁ α’ χορὸς

Δόξα Πατρὶ... 

ὁ β’ χορός

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν.

μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.  


Ἀντίφωνον Γ'

ὁ α’ χορὸς Ἦχος πλ. δ'

Στίχ. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ Βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

 ὁ β’ χορὸς

Στίχ. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν...

ὁ α’ χορὸς 

Στίχ. τι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν...

ὁ β’ χορὸς

Στίχ. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν...


Εἰσοδικὸν

ὁ α’ χορός 

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

ψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσωμεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου, Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ,...

ὁ β’ χορὸς

...ψάλλοντάς σοι. Ἀλληλούϊα.

Τὸ Ἀπολυτίκιον

ὁ α’ χορός 

 ( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)

Ἦχος πλ. δ'

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

Κοντάκιον

ὁ β’ χορὸς 

( ψάλλεται ὑπὸ τῶν ἱερουργούντων μόνον ὅταν τελεῖται συλλείτουργον)  

Ἦχος πλ. δ'

τε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος, ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.


Ἀντὶ δὲ τοῦ Τρισαγίου

σοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε΄λληλούϊα.


Προκείμενον τοῦ Ἀποστόλου

Ἦχος πλ. δ'

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα

ν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι· καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός͵ καὶ ἐκάθισεν ἐφ΄ ἕνα ἕκαστον αὐτῶν͵ καὶ ἐπλήσθησαν πάντες πνεύματος ἁγίου͵ καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς. ῏Ησαν δὲ ἐν Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι͵ ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθεν τὸ πλῆθος καὶ συνεχύθη͵ ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. Ἐξίσταντο δὲ καὶ ἐθαύμαζον λέγοντες͵ Οὐχ ἰδοὺ ἅπαντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν; Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται͵ καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν͵ Ἰουδαίαν τε καὶ Καππαδοκίαν͵ Πόντον καὶ τὴν Ἀσίαν͵ Φρυγίαν τε καὶ Παμφυλίαν͵ Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην͵ καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι͵ Ἰουδαῖοί τε καὶ προσήλυτοι͵ Κρῆτες καὶ Ἄραβες͵ ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ θεοῦ.

 Ἀλληλούϊα  Ἦχος α'

Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν.

Στίχ. ξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος.

 

 Εὐαγγέλιον κατὰ Ἰωάννην

Τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς Ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν λέγων͵ Ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ͵ καθὼς εἶπεν ἡ γραφή͵ ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος ὃ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα͵ ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντες τῶν λόγων τούτων ἔλεγον͵ Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης·ἄλλοι ἔλεγον͵ Οὗτός ἐστιν ὁ Χριστός· οἱ δὲ ἔλεγον͵ Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται;οὐχ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυίδ͵ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης ὅπου ἦν Δαυίδ͵ ὁ Χριστὸς ἔρχεται; σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ δι΄ αὐτόν. Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν͵ ἀλλ΄ οὐδεὶς ἐπέβαλεν ἐπ΄ αὐτὸν τὰς χεῖρας. ῏Ηλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους͵ καὶ εἶπον αὐτοῖς ἐκεῖνοι͵ Διὰ τί οὐκ ἠγάγετε αὐτόν;ἀπεκρίθησαν οἱ ὑπηρέται͵ Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος. Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι͵ Μὴ καὶ ὑμεῖς πεπλάνησθε;μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων;ἀλλὰ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπάρατοί εἰσιν. Λέγει Νικόδημος πρὸς αὐτούς͵ ὁ ἐλθὼν πρὸς αὐτὸν τὸ πρότερον͵ εἷς ὢν ἐξ αὐτῶν͵Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ΄ αὐτοῦ καὶ γνῷ τί ποιεῖ;ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ͵ Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγείρεται. Πάλιν οὖν αὐτοῖς ἐλάλησεν ὁ Ἰησοῦς λέγων͵ Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ͵ ἀλλ΄ ἕξει τὸ φῶς τῆς ζωῆς.

ὁ α’ χορὸς

Δόξα σοι, Κύριε, δόξα σοι.


Καὶ καθεξῆς ἡ Θεία Λειτουργία τοῦ Ἱεροῦ Χρυσοστόμου


Εἰς τὸ Ἐξαιρέτως

Ὁ Εἱρμὸς τῆς θ’ᾠδῆς ἦχος βαρὺς

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν.


Κοινωνικὸν

ὁ β’ χορὸς 

ἦχος βαρὺς

Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. λληλούϊα.


Ἀντὶ τοῦ «Εἴδομεν τὸ φῶς...» λέγεται τό,

 ἦχος πλ. δ'

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, φιλάνθρωπε, δόξα σοι.

 

ἦχος β’

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (τρίς).


Ἀπόλυσις

«...῾Ο ἐν εἴδει πυρίνων γλωσσῶν οὐρανόθεν καταπέμψας τό Πανάγιον Πνεῦμα, ἐπί τούς ῾Αγίους Αὐτοῦ μαθητάς καί ᾽Αποστόλους, Χριστός, ὁ ἀληθινός...».


    Αρχική σελίδα.....

Copyright By GT 2006-10